ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼνπολλῷ ῥεύματι προσνισσομένουςχρυσοῦ καναχῆς ὑπεροπλίαις,παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδωνἐπʼ ἄκρων ἤδηνίκην ὁρμῶντʼ ἀλαλάξαι.ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶςπυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷβακχεύων ἐπέπνειῥιπαῖς ἐχθίστων ἀνέμων.εἶχε δʼ ἄλλᾳ τὰ μέν,ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρηςδεξιόσειρος.ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαιςταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπονΖηνὶ τροπαίῳ πάγχαλκα τέλη,πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸςμητρός τε μιᾶς φύντε καθʼ αὑτοῖνδικρατεῖς λόγχας στήσαντʼ ἔχετονκοινοῦ θανάτου μέρος ἄμφω.ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκατᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,ἐκ μὲν δὴ πολέμωντῶν νῦν θέσθαι λησμοσύναν,θεῶν δὲ ναοὺς χοροῖςπαννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθωνΒάκχιος ἄρχοι.ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸςνεαραῖσι θεῶν ἐπὶ συντυχίαιςχωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,ὅτι σύγκλητον τήνδε γερόντωνπροὔθετο λέσχην,κοινῷ κηρύγματι πέμψας;ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶπολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχαἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐουσέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,