ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρουπρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺφῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴφρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;