κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσαλέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃλόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,πασῶν γυναικῶν ὡς ἀναξιωτάτηκάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖςπεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶνεἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοιςἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνεινπόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσαδένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδατείνας ὑπείκει μηδέν, ὑπτίοις κάτωστρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.