μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰςκατηκόους φύσαντες ἐν δόμοις ἔχειν,ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖςκαὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνουςφῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆςγυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτιψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰργένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθεςτὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼπόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δίαξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσειἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένουςἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρχρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεταιἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύεινκαὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼκαλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένονμένειν δίκαιον κἀγαθὸν παραστάτην.ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτουςοἴκους τίθησιν, ἥδε συμμάχου δορὸςτροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένωνσῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία.οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,