οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄταςοὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅτανΘρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶδυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί.ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαιπήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ,οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπειθεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις,κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρωνἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς.τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων,οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳδυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.τό τʼ ἔπειτα καὶ τὸ μέλλονκαὶ τὸ πρὶν ἐπαρκέσεινόμος ὅδʼ, οὐδὲν ἕρπειθνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας.ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων·εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τιςπροσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸντῷδʼ ἔμμεν ὅτῳ φρέναςθεὸς ἄγει πρὸς ἄταν·πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.ὅδε μὴν Αἵμων, παίδων τῶν σῶννέατον γέννημʼ· ἆρʼ ἀχνύμενοςτάλιδος ἥκει μόρον Ἀντιγόνης,ἀπάτης λεχέων ὑπεραλγῶν;τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύωντῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχωνχρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος