λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐθανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγεςποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαιτέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίωςἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένεινοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νινκομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴγυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλαςἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.