κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳτιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνεινλέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖκἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.οὔκουν ὅμαιμος χὠ καταντίον θανών;ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλεικείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόενῥέθος αἰσχύνει,τέγγουσʼ εὐῶπα παρειάν.σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένηλήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανοντρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφουφήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖκαὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶοὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαιξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·