ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖςζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖνπαρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆςμητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸςτῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματαπίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατονσίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆθραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένουςἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλειφρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρατοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετονμόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσονἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίωςλυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺςτῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τιςἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγωνἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον