ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶςὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆςεὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰςἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχουχοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νινθηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομενπράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναιἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγεινἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖνἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλειςἔξω βαρείας αἰτίας ἐλεύθερον·σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκητοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰκηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶννόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτεζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸςφρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκηνδώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνουπρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.