καὶ ἐν ἀφροσύνῃ καθελόντες;ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶσχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότεἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφονκοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼνκαὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθεροςδίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸνἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸννέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοιςκακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέριμέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλοςκαὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸςτυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβηνὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγαςαἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,