ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοιληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με·καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆςσωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳχωρεῖ, περιβρυχίοισινπερῶν ὑπʼ οἴδμασιν.θεῶν τε τὰν ὑπερτάταν, Γᾶνἄφθιτον, ἀκαμάταν, ἀποτρύεταιἰλλομένων ἀρότρων ἔτος εἰς ἔτοςἱππείῳ γένει πολεύων.κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγεικαὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσινσπείραισι δικτυοκλώστοις,περιφραδὴς ἀνήρ·κρατεῖ δὲ μηχαναῖς ἀγραύλουθηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶνοὔρειόν τʼ ἀκμῆτα ταῦρον.καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμουςὀργὰς ἐδιδάξατο καὶ δυσαύλωνπάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέληπαντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεταιτὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται.σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχωντοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει,νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν,ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸνξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιοςγένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει.ἐς δαιμόνιον τέρας ἀμφινοῶτόδε· πῶς εἰδὼς ἀντιλογήσωτήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην.ὦ δύστηνοςκαὶ δυστήνου πατρὸς Οἰδιπόδα,τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαντοῖς βασιλείοισιν ἄγουσι νόμοις