ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεωςἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷλόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶςπαρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυροςκακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλειςπορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρέναςχρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχεινκαὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφουεὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂνζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέοντὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτιοὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείοναςἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.φεῦ·ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴφανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτιτὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.