τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦνπλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆκαὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένητροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόποςδείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶνἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετοπληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖνκαὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναιτὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρανεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομενοὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶςπράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέονσοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμοναπάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατοντοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαιπαῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγωνπρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.πότερον ὑπερτιμῶντες ὡς εὐεργέτηνἔκρυπτον αὐτόν, ὅστις ἀμφικίοναςναοὺς πυρώσων ἦλθε κἀναθήματακαὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;