τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼνκαὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοικαὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδωνἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕποδύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέωνἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖνσοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρπρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳτὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίωςθάψας βέβηκε κἀπὶ χρωτὶ διψίανκόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·