κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτιπαῖδας μένοντας ἐμπέδοις φρονήμασιν.ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίανκαθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶπληγέντες αὐτόχειρι σὺν μιάσματι,ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχωγένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖνψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶνστείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸςθείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπιπλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν,καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχωἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι·Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶνὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει,τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαιἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖςφυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶπρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματοςκοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳμήτε κτερίζειν μήτε κωκῦσαί τινα,ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμαςκαὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ