αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,αἰαῖ αἰαῖ,σφάγιον ἐπʼ ὀλέθρῳγυναικεῖον ἀμφικεῖσθαι μόρον;ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.οἴμοι,κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφειλύει κελαινὰ βλέφαρα, κωκύσασα μὲντοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰςπράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.αἰαῖ αἰαῖ,ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίανἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;δείλαιος ἐγώ, αἰαῖ,δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχωνπρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων.ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπωςπαιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶνἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.ἴτω ἴτω,φανήτω μόρων ὁ κάλλιστʼ ἔχωνἐμοὶ τερμίαν ἄγων ἁμέρανὕπατος· ἴτω ἴτω,ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.