μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴπράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένηςοὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανονσέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχωὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρλέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοιπότμος δυσκόμιστος εἰσήλατο.πολλῷ τὸ φρονεῖν εὐδαιμονίαςπρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺςμηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοιμεγάλας πληγὰς τῶν ὑπεραύχωνἀποτίσαντεςγήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.