δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺδοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετονκρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκειμνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίανἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.ἰὼφρενῶν δυσφρόνων ἁμαρτήματαστερεὰ θανατόεντʼ,ὦ κτανόντας τε καὶθανόντας βλέποντες ἐμφυλίους.ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳαἰαῖ αἰαῖ,ἔθανες, ἀπελύθηςἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.οἴμοι,ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳθεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχωνἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,οἴμοι, λακπάτητον ἀντρέπων χαράν.φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοιςἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.ἰώ.ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,τί μʼ ἄρα τί μʼ ὀλέκεις;ὦ κακάγγελτά μοιπροπέμψας ἄχη, τίνα θροεῖς λόγον;