τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆςἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔποςἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτηνκέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆδύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονοςφθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτωνἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματιτὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,βρόχῳ μιτώδει σινδόνος καθημμένην,τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰνκαὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσωχωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνανοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφουςἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένουπατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμοροςαὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶςἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸνἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴνλευκῇ παρειᾷ φοινίου σταλάγματος.κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰτέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίανὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλινφρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαιἄχη τέκνου κλύουσαν ἐς πόλιν γόουςοὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω