καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇτούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶςοὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦδάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτωνἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμηνπρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶςὅπως ἱκοίμην εὐγμάτων προσήγορος.καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύληςχαλῶσα, καί με φθόγγος οἰκείου κακοῦβάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαιδείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶκοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερονψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσειπεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲςκυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸνΠλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖνλούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσινθαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν,καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸςχώσαντες αὖθις πρὸς λιθόστρωτον κόρηςνυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτωνκλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.