παγκοίνοις, ἘλευσινίαςΔῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶνὁ ματρόπολιν Θήβανναιετῶν παρʼ ὑγρῶνἸσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος.σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπελιγνύς, ἔνθα Κωρύκιαιστείχουσι νύμφαι Βακχίδες,Κασταλίας τε νᾶμα.καί σε Νυσαίων ὀρέωνκισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰπολυστάφυλος πέμπει,ἀμβρότων ἐπέωνεὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς·τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεωνματρὶ σὺν κεραυνίᾳ·καὶ νῦν, ὡς βιαίας ἔχεταιπάνδαμος πόλις ἐπὶ νόσου,μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺνἢ στονόεντα πορθμόν.ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίωνφθεγμάτων ἐπίσκοπε,παῖ Διὸς γένεθλον, προφάνηθʼ,ὦναξ, σαῖς ἅμα περιπόλοιςΘυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσιτὸν ταμίαν Ἴακχον.Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίονοὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπειτὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόναλαβών τε χώρας παντελῆ μοναρχίανηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰςὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα