ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισανἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρωνἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότηςἀφῆκα θυμῷ καρδίας τοξεύματαβέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνατὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραντὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼτήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγηςἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρθεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαιτὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖνὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον.ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμουςἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.πολυώνυμε, Καδμείας νύμφας ἄγαλμακαὶ Διὸς βαρυβρεμέταγένος, κλυτὰν ὃς ἀμφέπειςἸταλίαν, μέδεις δὲ