οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰνφέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼθάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτιθεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶνχοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγουςαἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.φεῦ.ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;ὅσῳ κράτιστον κτημάτων εὐβουλία;ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτιτρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνανέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτωψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶνἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνωθεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.τούτων σε λωβητῆρες ὑστεροφθόροιλοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένοςλέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ