σιγῇ κεύθειν καὶ μὴ σκεδάσαιτῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον;οὐ γὰρ ἔχω πῶς ἂνστέρξαιμι κακὸν τόδε λεύσσων.ὦ Κηναία κρηπὶς βωμῶν,ἱερῶν οἵαν οἵων ἐπί μοιμελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ.οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλαςὤφελον ὄσσοις, τόδʼ ἀκήλητονμανίας ἄνθος καταδερχθῆναι.τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνηςἰατορίας, ὃς τήνδʼ ἄτηνχωρὶς Ζηνὸς κατακηλήσει;θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.ἒ ἔ,ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον,ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;ἀπολεῖς μʼ, ἀπολεῖς.ἀνατέτροφας ὅ τι καὶ μύσῃ.ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦπάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴπολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρωνὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντιοὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;ἒ ἔ,οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλειμολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκειἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμαἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν.ψαύω μὲν ἔγωγε,λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθενἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ μεπρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον.θρῴσκει δʼ αὖ, θρῴσκει δειλαίαδιολοῦσʼ ἡμᾶςἀποτίβατος ἀγρία νόσος.