λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂνθάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέωςναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνονἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλοςδράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτειβούπρῳρος· ἐκ δὲ δασκίου γενειάδοςκρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένηδύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχηςἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνωνοὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦνθακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳμή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸνξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγεικαὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμωναἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοιξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου