δύσκριτʼ ἔμοιγε δυστάνῳ.τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.εἴθʼ ἀνεμόεσσά τιςγένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπωςτὸν Δῖον ἄλκιμον γόνονμὴ ταρβαλέα θάνοιμιμοῦνον εἰσιδοῦσʼ ἄφαρ·ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναιςχωρεῖν πρὸ δόμων λέγουσινἄσπετόν τι θαῦμα.ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰνπρούκλαιον, ὀξύφωνος ὡς ἀηδών.ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλουπροκηδομένα βαρεῖανἄψοφον φέρει βάσιν.αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται.τί χρὴ θανόντα νιν ἢ καθʼὕπνον ὄντα κρῖναι;οἴμοι ἐγὼ σοῦ,πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.τί πάθω; τί δὲ μήσομαι; οἴμοι.σίγα, τέκνον, μὴ κινήσῃςἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν στόμα σόν.πῶς φής, γέρον; ἦ ζῇ;οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχονκἀκκινήσεις κἀναστήσειςφοιτάδα δεινὴν νόσον, ὦ τέκνον.ἀλλʼ ἐπί μοι μελέῳβάρος ἄπλετον· ἐμμέμονεν φρήν.ὦ Ζεῦ,ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶνκεῖμαι πεπονημένος ἀλλήκτοιςὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·ἡ δʼ αὖ μιαρὰ βρύκει. φεῦ.ἆρʼ ἐξῄδη σʼ ὅσον ἦν κέρδος