ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσενσὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαναὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας,ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰκαὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸςπρούθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρηκαθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύωνὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάταςβέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίαςῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μουπέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμαςτὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴςστρατὸς Γιγάντων οὔτε θήρειος βία,οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼγαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,μόνη με δὴ καθεῖλε φασγάνου δίχα.ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼνἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφαεἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶνλωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ μεπολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένοςβέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτετόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,