ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένηκαὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶτὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένηφρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοιςτοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνωκαθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,καὶ δακρύων ῥήξασα θερμὰ νάματαἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτεδέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.τοσαῦτα φωνήσασα συντόνῳ χερὶλύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατοςπρούκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισενπλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳπλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλαςτοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκαἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτωνἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθενπλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύοἢ καί τι πλείους ἡμέρας λογίζεται,μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.πότερα πρότερον ἐπιστένω,πότερα μέλεα περαιτέρω,