ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶνἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;βέβηκε Δῃάνειρα τὴν πανυστάτηνὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.οὐ δή ποθʼ ὡς θανοῦσα;πάντʼ ἀκήκοας.τέθνηκεν ἡ τάλαινα;δεύτερον κλύεις.τάλαινʼ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;σχετλιώτατά γε πρὸς πρᾶξιν.εἰπὲ τῷ μόρῳ,γύναι, ξυντρέχει.αὑτὴν διηΐστωσε.τίς θυμὸς ἢ τίνες νόσοιτάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατοπρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;στονόεντος ἐν τομᾷ σιδάρου.ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.τίς ἦν; πῶς; φέρʼ εἰπέ.αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.τί φωνεῖς;σαφηνῆ.ἔτεκεν ἔτεκε δὴ μεγάλανἁ νέορτος ἅδε νύμφαδόμοισι τοῖσδʼ ἐρινύν.ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησίαἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνηκαὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνιαστορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτιγένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτουψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,