τᾶς παλαιφάτου προνοίας,ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροιδωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνωντῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶςἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσωνἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳχρίει δολοποιὸς ἀνάγκαπλευρά, προστακέντος ἰοῦ,ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,δεινοτάτῳ μὲν ὕδρας προστετακὼςφάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζειΝέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσαδόμοισι βλάβαν νέωνἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰδʼ ἀπʼ ἀλλόθρουγνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖςἦ που ὀλοὰ στένει,ἦ που ἀδινῶν χλωρὰντέγγει δακρύων ἄχναν.ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίανκαὶ μεγάλαν ἄταν.ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,οἷον ἀναρσίωνοὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.ἰὼ κελαινὰ λόγχα προμάχου δορός,ἃ τότε θοὰν νύμφανἄγαγες ἀπʼ αἰπεινᾶςτάνδʼ Οἰχαλίας αἰχμᾷ·ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰτῶνδʼ ἐφάνη πράκτωρ.πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸςοἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆκωκυτὸν εἴσω, καί τι καινίζει στέγη.ξύνες δὲτήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένηχωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.