ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενοςσοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμονοἷον κατακτήσαιτο λυμαντὴν βίου,τότʼ ἐκ προσέδρου λιγνύος διάστροφονὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷδακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲςἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆςπόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφειθέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλιςβρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκαἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷκαὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκητίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶκτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκαξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶναὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφεινμητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣντὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρτοὔπος τὸ θεοπρόπον ἡμῖν