τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθαἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότοςκείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼβάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸςἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐπᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖπράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.ὃν αἰόλα νὺξ ἐναριζομένατίκτει κατευνάζει τε, φλογιζόμενονἍλιον Ἅλιον αἰτῶτοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖςναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαιτὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,οἷά τινʼ ἄθλιον ὄρνιν,οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼεὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰνδύστανον ἐλπίζουσαν αἶσαν.πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τιςκύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι,οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει,βιότου πολύπονον ὥσπερ πέλαγοςΚρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδασφε δόμων ἐρύκει.ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰνχρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷονἄρκτου στροφάδες κέλευθοι.μένει γὰρ οὔτʼ αἰόλανὺξ βροτοῖσιν οὔτε κῆρες