βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰςὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκαμῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶδέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰθεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼκατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματατὴν Ἡράκλειον ἔξοδον γοωμένην·νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦνγνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸςνέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄραμῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴδούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένουτὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν.ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνουΛυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοιμαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖνἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον