οὔτε πλοῦτος, ἀλλʼ ἄφαρβέβακε, τῷ δʼ ἐπέρχεταιχαίρειν τε καὶ στέρεσθαι.ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγωτάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδετέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρειπάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεταιχώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦοὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίονἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴκληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶνπρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοιςλείπει παλαιὰν δέλτον ἐγγεγραμμένηνξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τιχρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοιςμοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,χρόνον προτάξας ὡς τρίμηνον ἡνίκαχώρας ἀπείη κἀνιαύσιον βεβώς,τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλοςτὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένατῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτεΔωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνουτοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·