φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼνἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασινπατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,νίκης ἄγων τροπαῖα κἀκροθίνια,ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρονΚήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶβωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰςκῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχωνλείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετοφλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεταιπλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέωνἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίαςἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμοναΛίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνηςδώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνοςσπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσουκρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.