γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦχυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαιχρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαιγνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸνΧείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδεσφαγῶν διελθὼν ἰὸς αἵματος μέλαςπῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασινοὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίαςὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦκοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶπάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένηνἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρέναςτῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγωπατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ