γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρωπεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχακακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίανἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίωςἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸςτῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν,ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶνπλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατοπαρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμηνχαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶθερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇμαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίουκοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτινἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πωςτῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονοςἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθενπρούκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,