βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαιτά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶνπροσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρμὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.ὦ ναύλοχα καὶ πετραῖαθερμὰ λουτρὰ καὶ πάγουςΟἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμνανχρυσαλακάτου τʼ ἀκτὰν κόρας,ἔνθʼ Ἑλλάνων ἀγοραὶΠυλάτιδες κλέονται·ὁ καλλιβόας τάχʼ ὑμῖναὐλὸς οὐκ ἀναρσίανἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.ὁ γὰρ Διὸς Ἀλκμήνας κόροςσοῦται πάσας ἀρετᾶςλάφυρʼ ἔχων ἐπʼ οἴκους·ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,δυοκαιδεκάμηνον ἀμμένουσαιχρόνον, πελάγιον, ἴδριες οὐδέν·ἁ δέ οἱ φίλα δάμαρτάλαιναν δυστάλαινα καρδίανπάγκλαυτος αἰὲν ὤλλυτο·νῦν δʼ Ἄρης οἰστρηθεὶςἐξέλυσʼ ἐπίπονον ἁμέραν.ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίηπολύκωπον ὄχημα ναὸς αὐτῷ,πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,νασιῶτιν ἑστίανἀμείψας, ἔνθα κλῄζεται θυτήρ·ὅθεν μόλοι πανίμερος,τᾶς πειθοῦς παγχρίστῳσυγκραθεὶς ἐπὶ προφάσει φάρους.