ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼμήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθατὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶπράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖνἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖςἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπωθυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳκἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶνκείνου πάροιθεν ἀμφιδύσεται χροΐ,μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίουμήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶςδείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμουςἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖςθυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲςσφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοικἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην