ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαινοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴδύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα.ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆςἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸνγυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι,λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲθηρός, λέβητι χαλκέῳ κεκρυμμένον,ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰΝέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺςμισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοιςκώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλονξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ,ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ,χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖνἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμοναςστέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρτοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶνσφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλουςἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,ἔσται φρενός σοι τοῦτο κηλητήριοντῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼνστέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦνκείνου θανόντος ἐγκεκλῃμένον καλῶς,χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα