χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.καὶ τὰ μὲν θεῶνπαρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,οὐδὲ τὸν ἔννυχον Ἅιδανἢ Ποσειδάωνα τινάκτορα γαίας·ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιντίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρουφάσμα ταύρου,Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸἦλθε παλίντονα Θήβαςτόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,παῖς Διός· οἳ τότʼ ἀολλεῖςἴσαν ἐς μέσον ἱέμενοι λεχέων·μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,ταυρείων τʼ ἀνάμιγδα κεράτων·ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,ἦν δὲ μετώπων ὀλόενταπλήγματα, καὶ στόνος ἀμφοῖν.ἁ δʼ εὐῶπις ἁβρὰτηλαυγεῖ παρʼ ὄχθῳἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφαςἐλεινὸν ἀμμένει·κἀπὸ ματρὸς ἄφαρ βέβακεν,ὥστε πόρτις ἐρήμα.ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸχλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς,