πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶτὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέραςπλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸνἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰκάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτιτὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμοροςἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲνῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸνπρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳγυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνωθνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆδιῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθοροςκαθῃρέθη πατρῷος Οἰχαλία δόρει.καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸνμὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάρινκαὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖντοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγηςχωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε