λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;φημί· πρὸς τί δʼ ἱστορεῖς;οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼνσοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίωνἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεταιδόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγωνδάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίληδέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳπόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδίαπέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρνοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάποςΔιὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇοὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτιχαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.Ἔρωτι μέν νυν ὅστις ἀντανίσταταιπύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳτοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼνψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅτανθέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·