τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγονλαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμοςπέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲἸόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰβλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲλαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοιςτοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆλέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼνᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέωςκόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶλεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;δίκαια γάρ.τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.