μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάροςμῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλινκαλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίωςφωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸςἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρηςταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοιτήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νινμόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνωνλατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόροντὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσαςἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗτὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλινἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμουςὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίωνἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;