ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοιςταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένηςχώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσωςἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σεπρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσινπάντων ἄπειρος τῶνδε, γενναία δέ τις.Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισαβλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσωςγέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶκαὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσουχρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰπρούφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάροςδακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτρανδιήνεμον λέλοιπεν· ἡ δέ τοι τύχηκακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγαςοὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖςτοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματαχωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλειςσπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως