ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθουςξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιντὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιονμόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοιςἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλητῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρουῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίανπρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦνἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιοςπρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆςαὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷςἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίονχωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸςἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματαῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγουπολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆκλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.