ἀείρομαι οὐδʼ ἀπώσομαιτὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.ἰδού μʼ ἀναταράσσει,εὐοῖ μʼ,ὁ κισσὸς ἄρτι βακχίανὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.ἴδʼ, ὦ φίλα γύναι,τάδʼ ἀντίπρῳρα δή σοιβλέπειν πάρεστʼ ἐναργῆ.ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματοςφρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳπολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶςπράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαιδίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τεκαὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεταιβωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶχώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλινἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπονχρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνονκατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼνὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,