ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲφόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένεινπάντων ἀρίστου φωτὸς ἐστερημένην.εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆστείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλωνὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκονκαὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχηςἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσινἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖΛίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύωνἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδεπρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼςκρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλωνοὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγηςαἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶφήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.ἀνολολυξάτω δόμοις ἐφεστίοιςἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲκοινὸς ἀρσένων ἴτωκλαγγὰ τὸν εὐφαρέτρανἈπόλλω προστάταν· ὁμοῦ δὲπαιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,βοᾶτε τὰν ὁμόσπορονἌρτεμιν Ὀρτυγίανἐλαφαβόλον ἀμφίπυρον,γείτονάς τε Νύμφας.