ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,καὶ πευκίνης λαβόντα λαμπάδος σέλαςπρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶτοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼκαὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι.ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸςἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι.οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλεῖ, πάτερ,φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιονκαὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν;ἀλλʼ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι.φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·τὰ δʼ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοιχάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται.τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ.ἔγνως. τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον·ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖνβούλει, πατρῴων ὁρκίων μεμνημένος,προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦκλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶσμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνημεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ,ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν